Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
  • εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
  • ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
  • ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
  • ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
  • ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
  • ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
  • αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
  • Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
  • ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
  • εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
  • αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
  • τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
  • οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
  • ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
  • ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
  • ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
  • ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
  • οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
  • ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,