Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
  • αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
  • ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
  • μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
  • ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
  • ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
  • ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
  • δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  • πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
  • τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
  • ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
  • Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
  • δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
  • ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
  • τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
  • εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
  • τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
  • Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
  • Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
  • ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων