Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
  2. τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
  3. τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
  4. νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
  5. λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
  6. οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  8. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  9. χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
  10. ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
  11. ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
  12. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
  13. ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
  14. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  15. οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
  16. οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  17. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  18. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
  19. ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
  20. κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.