Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
  • αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  • εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  • γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
  • ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  • τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  • Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  • τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
  • πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
  • πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  • ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
  • Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  • Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  • καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  • πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  • ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  • οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  • καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  • ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
  • εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον