στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβααὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺςδῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰςἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴηφθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶντειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχοςῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶνφράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺςἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρηδώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸνἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλοντίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦνπαύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων