Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
  2. τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
  3. πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
  4. ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
  5. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  6. τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
  7. καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
  8. τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
  9. τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
  10. Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
  11. δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
  12. τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
  13. στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  14. αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
  15. ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
  16. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  17. χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
  18. οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
  19. ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
  20. εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.