Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  • γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
  • ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  • τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  • Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  • τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
  • πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
  • πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  • ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
  • Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  • Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  • καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  • πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  • ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  • οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  • καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  • ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
  • δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
  • τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
  • καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι