Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
  • ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  • αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  • πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  • οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
  • οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  • ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
  • δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  • Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
  • ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
  • τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
  • κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
  • μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
  • ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
  • ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  • ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  • νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
  • εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  • Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
  • αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.