Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
  • μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
  • ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
  • μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
  • τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
  • ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
  • ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
  • οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
  • ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
  • πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  • νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  • εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
  • πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
  • χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
  • αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
  • μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
  • κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  • ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
  • εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
  • τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,