Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  • δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
  • λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
  • ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
  • καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
  • σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
  • ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
  • καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
  • μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
  • φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  • μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
  • ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
  • βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
  • νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
  • Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
  • κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
  • παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
  • λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
  • θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη