Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
  2. αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
  3. ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
  4. τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
  5. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  6. αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  7. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
  8. νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
  9. τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
  10. ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
  11. Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
  12. ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
  13. τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
  14. καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
  15. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
  16. αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
  17. μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
  18. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
  19. Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
  20. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,