Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  2. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  3. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  4. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  5. μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  6. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  7. Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
  8. Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
  9. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  10. λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
  11. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
  12. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
  13. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
  14. ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
  15. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
  16. παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
  17. χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
  18. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
  19. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  20. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο