Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  2. γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  3. αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
  4. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  5. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  6. ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
  7. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
  8. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
  9. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
  10. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  11. πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
  12. ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
  13. πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
  14. οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
  15. ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
  16. γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  17. αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
  18. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  19. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  20. ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.