Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
  • οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
  • τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
  • ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
  • τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
  • εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
  • εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
  • ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
  • οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
  • νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
  • ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
  • λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  • ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
  • ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
  • ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
  • τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
  • ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
  • γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
  • ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
  • δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.