Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
  2. βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
  3. πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  4. καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
  5. τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
  6. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
  7. αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
  8. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
  9. πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
  10. ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
  11. ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
  12. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
  13. Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
  14. ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
  15. παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
  16. ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
  17. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
  18. πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
  19. τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
  20. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν