Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
  2. ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
  3. αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
  4. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  5. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
  6. νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
  7. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
  8. νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
  9. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
  10. ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
  11. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
  12. μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
  13. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
  14. εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
  15. τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
  16. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  17. Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
  18. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  19. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  20. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.