Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
  2. Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
  3. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
  4. αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
  5. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
  6. δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
  7. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  9. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
  10. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  11. ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
  12. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
  13. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  14. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  15. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
  16. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  17. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  18. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
  19. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  20. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.