Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
  2. ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
  3. οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
  4. πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
  5. εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
  6. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
  7. αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
  8. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
  9. Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
  10. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
  11. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
  12. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  13. τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
  14. πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
  15. εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  16. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
  17. καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
  18. εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
  19. αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
  20. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν