Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
  2. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
  3. νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
  4. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
  5. πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
  6. ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
  7. ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
  8. ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
  9. τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
  10. τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
  11. σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
  12. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  13. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  14. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  15. γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
  16. νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
  17. νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
  18. ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
  19. ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
  20. ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,