Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
  2. ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
  3. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
  4. θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
  5. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  6. Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  7. ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
  8. οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  9. τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  10. ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
  11. τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
  12. τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
  13. ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
  14. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  15. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  16. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
  17. ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
  18. σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
  19. ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  20. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν