Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  2. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
  3. οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
  4. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
  5. ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
  6. δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
  7. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
  8. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  9. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
  10. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  11. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  12. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  13. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
  14. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
  15. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
  16. ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
  17. πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  18. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
  19. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  20. ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν