Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  2. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  3. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  4. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  5. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  6. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  7. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  8. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  9. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  10. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  11. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
  12. οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
  13. ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
  14. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
  15. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
  16. μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
  17. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
  18. κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
  19. ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
  20. φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο