Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
  2. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
  3. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  4. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  5. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  6. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  7. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  8. πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
  9. τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
  10. ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
  11. τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
  12. αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
  13. βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
  14. τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
  15. οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
  16. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
  17. ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
  18. πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  19. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
  20. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·