Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
  2. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  4. Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
  5. αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
  6. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
  7. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  8. Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
  9. καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
  10. νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
  11. σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  12. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  13. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
  14. ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
  15. σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
  16. αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  17. Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  18. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  19. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  20. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·