Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
  2. ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
  3. ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
  4. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
  5. στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
  6. Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
  7. οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
  8. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  9. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  10. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
  11. ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
  12. καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
  13. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  14. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  15. μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
  16. ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
  17. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
  18. οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
  19. ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
  20. οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·