Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  2. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  3. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  4. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  5. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  6. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  7. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  8. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  9. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  10. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  11. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  12. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  13. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  14. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  15. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  16. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  17. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  18. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  19. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,