Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  • τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  • στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  • χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  • δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  • τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  • καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  • αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  • δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  • τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  • οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
  • ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
  • θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
  • καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
  • τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
  • πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
  • εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
  • τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
  • ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
  • οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.