Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
  2. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
  3. Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
  4. ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
  5. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
  6. ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
  7. ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
  8. πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
  9. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
  10. πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
  11. θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
  12. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  13. ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  14. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  15. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  16. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  17. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  18. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  19. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  20. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,