Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  • ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  • ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  • ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  • πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  • ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  • δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  • κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  • ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.