Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  2. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  3. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  4. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  5. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  6. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  7. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  8. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  9. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  10. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  11. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  12. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  13. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  14. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  15. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  16. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  17. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  18. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  19. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  20. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·