Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  • αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  • αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  • οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  • αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  • ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  • εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  • ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  • καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  • ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  • οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  • οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  • ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  • ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  • δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  • καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  • καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  • πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  • καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  • Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι