Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  2. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  3. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  4. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  5. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  6. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  7. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  8. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  9. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  10. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  11. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  12. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  13. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  14. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  15. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  16. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  17. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  18. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  19. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  20. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·