Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
  2. Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
  3. οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
  4. οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  5. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
  6. ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
  7. τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
  8. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
  9. μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
  10. ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
  11. τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
  12. εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
  13. Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
  14. ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
  15. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  16. Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  17. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  18. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  19. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  20. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως