Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
  2. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
  3. τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
  4. δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
  5. ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
  6. οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
  7. εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
  8. ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
  9. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
  10. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
  11. ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
  12. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
  13. ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
  14. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
  15. δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
  16. εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  17. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
  18. ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
  19. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
  20. μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·