Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
  2. ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
  3. Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
  4. ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
  5. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
  6. δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
  7. λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
  8. μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
  9. ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
  10. ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
  11. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
  12. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  13. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
  14. τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  15. οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
  16. ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
  17. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
  18. ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
  19. λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
  20. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·