Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
  2. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
  3. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  4. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  5. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  6. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  7. Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
  8. φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
  9. Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
  10. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  11. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  12. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  13. ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
  14. εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
  15. δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
  16. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  17. ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
  18. ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
  19. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
  20. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.