Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
  2. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
  3. Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
  4. τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
  5. δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
  6. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
  7. ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
  8. κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
  9. αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
  10. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  11. πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
  12. ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
  13. καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
  14. ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
  15. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
  16. ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
  17. νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
  18. τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
  19. ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
  20. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι