Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
- καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
- οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
- ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
- δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
- αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
- κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
- σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
- καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
- ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
- ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
- Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
- τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
- οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
- ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
- οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη