Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
  2. αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
  3. λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
  4. οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
  5. ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
  6. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
  7. θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
  8. πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
  9. Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
  10. Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
  11. οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
  12. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
  13. ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
  14. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
  15. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
  16. καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
  17. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
  18. Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
  19. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
  20. ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ