Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
  2. εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
  3. υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
  4. ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
  5. ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
  6. ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
  7. κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
  8. Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
  9. ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
  10. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  11. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
  12. Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
  13. φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
  14. οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
  15. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
  16. ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
  17. ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
  18. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
  19. τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
  20. ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,