Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
  2. τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
  3. πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
  4. ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
  5. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
  6. παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
  7. χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
  8. καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
  9. εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
  10. Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
  11. ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
  12. τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
  13. δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
  14. βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
  15. τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
  16. εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
  17. ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
  18. αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
  19. κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
  20. ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.