Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
  2. νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
  3. Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
  4. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  5. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
  6. τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
  7. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
  8. ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
  9. αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
  10. ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
  11. γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
  12. τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
  13. οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
  14. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
  15. ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
  16. ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
  17. ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
  18. ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
  19. πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
  20. ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·