Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
  2. αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
  3. Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
  4. ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  5. τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
  6. δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
  7. ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
  8. τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
  9. λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
  10. τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
  11. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
  12. τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
  13. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
  14. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  15. τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
  16. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  17. καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
  18. ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
  19. νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
  20. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος