Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
  2. αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
  3. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
  4. ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
  5. ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
  6. Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
  7. Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
  8. εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
  9. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
  10. θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
  11. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  12. μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
  13. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
  14. οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
  15. ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
  16. ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
  17. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
  18. ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
  19. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  20. αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ