Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
  2. οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
  3. ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
  4. ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
  5. ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
  6. δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  7. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
  8. τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
  9. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
  10. χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
  11. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
  12. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
  13. μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
  14. νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
  15. ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
  16. τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
  17. Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
  18. ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  19. ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
  20. πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν