Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
  2. ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
  3. ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
  4. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
  5. τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
  6. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
  7. Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
  8. ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
  9. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
  10. ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
  11. ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
  12. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
  13. πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  14. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
  15. εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
  16. χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
  17. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
  18. μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
  19. πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
  20. ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.