Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
  2. ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
  3. σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
  4. ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
  5. ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
  6. πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
  7. ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
  8. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  9. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  10. αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
  11. πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
  12. ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
  13. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  14. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  15. οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
  16. ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
  17. λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
  18. τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
  19. κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
  20. Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·