Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
  2. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
  3. εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
  4. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
  5. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
  6. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
  7. πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
  8. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
  9. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  10. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
  11. τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
  12. οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
  13. ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
  14. ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
  15. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
  16. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
  17. ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
  18. οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
  19. καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
  20. οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·