Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
  2. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
  3. πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  4. ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
  5. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
  6. οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
  7. νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
  8. ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
  9. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  10. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
  11. πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
  12. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
  13. ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
  14. Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
  15. Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
  16. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
  17. ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
  18. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  19. οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
  20. οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν