Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
  2. σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
  3. μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
  4. οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
  5. μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
  6. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
  7. ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
  8. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
  9. τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
  10. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
  11. καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  12. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  13. ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  14. ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
  15. ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
  16. ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
  17. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  18. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
  19. ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
  20. ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·